Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.198 Dem. 21.200 (English) >>Dem. 21.204

21.199τὸν οὖν ἐπὶ ταύτης τῆς ὑπερηφανίας ὄντα, νῦν ἐὰν ἀποφύγῃ, τί ποιήσειν οἴεσθε; ἐξ ὅτου δὲ τοῦτʼ ἂν εἰδείητʼ ἐγὼ φράσω· εἰ τοῖς μετὰ τὴν χειροτονίαν τεκμηρίοις θεωρήσαιτε. τίς γάρ ἐστιν ὅστις καταχειροτονηθὲν αὐτοῦ, καὶ ταῦτʼ ἀσεβεῖν περὶ τὴν ἑορτήν, εἰ καὶ μηδεὶς ἄλλος ἐπῆν ἀγὼν ἔτι μηδὲ κίνδυνος, οὐκ ἂν ἐπʼ αὐτῷ τούτῳ κατέδυ καὶ μέτριον παρέσχεν ἑαυτὸν τόν γε δὴ μέχρι τῆς κρίσεως χρόνον, εἰ καὶ μὴ πάντα; οὐδεὶς ὅστις οὐκ ἄν. 21.200ἀλλʼ οὐ Μειδίας, ἀλλʼ ἀπὸ τῆς ἡμέρας ταύτης λέγει, λοιδορεῖται, βοᾷ. χειροτονεῖταί τις· Μειδίας Ἀναγυράσιος προβέβληται. Πλουτάρχου προξενεῖ, τἀπόρρητʼ οἶδεν, πόλις αὐτὸν οὐ χωρεῖ. καὶ ταῦτα πάντα ποιεῖ δῆλον ὅτι οὐδὲν ἄλλʼ ἐνδεικνύμενος ὅτιἐγὼ οὐδὲν πέπονθʼ ὑπὸ τῆς καταχειροτονίας, οὐδὲ δέδοικʼ οὐδὲ φοβοῦμαι τὸν μέλλοντʼ ἀγῶνα.” 21.201ὃς οὖν, ἄνδρες Ἀθηναῖοι, τὸ μὲν ὑμᾶς δεδιέναι δοκεῖν αἰσχρὸν ἡγεῖται, τὸ δὲ μηδὲν φροντίζειν ὑμῶν νεανικόν, τοῦτον οὐκ ἀπολωλέναι δεκάκις προσήκει; οὐδὲ γὰρ ἕξειν ὑμᾶς τι χρήσεσθʼ αὐτῷ νομίζει. πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής, —ποῦ ληφθήσεται, νῦν ἐὰν διακρούσηται;

21.202ἀλλʼ ἔγωγε, εἰ μηδενὸς εἵνεκα τῶν ἄλλων, τῶν γε δημηγοριῶν ὧν ἑκάστοτε δημηγορεῖ, καὶ ἐν οἷς καιροῖς, τὴν μεγίστην ἂν αὐτὸν δικαίως οἶμαι δίκην δοῦναι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι, ἂν μέν τι τῶν δεόντων ἀπαγγελθῇ τῇ πόλει καὶ τοιοῦτον οἷον εὐφρᾶναι πάντας, οὐδαμοῦ πώποτε Μειδίας τῶν συνηδομένων οὐδὲ τῶν συγχαιρόντων ἐξητάσθη τῷ δήμῳ, ἂν δέ τι φλαῦρον,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.198 Dem. 21.200 (English) >>Dem. 21.204

Powered by PhiloLogic